Ancient Greek
Section 46
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 46
Not analysed yet
εἶτʼ, οἶμαι, συμβέβηκε τοῖς μὲν πλήθεσιν ἀντὶ τῆς πολλῆς καὶ ἀκαίρου ῥᾳθυμίας τὴν ἐλευθερίαν ἀπολωλεκέναι, τοῖς δὲ προεστηκόσι καὶ τἄλλα πλὴν ἑαυτοὺς οἰομένοις πωλεῖν πρώτους ἑαυτοὺς πεπρακόσιν αἰσθέσθαι· ἀντὶ γὰρ φίλων καὶ ξένων ἃ τότʼ ὠνομάζοντο ἡνίκʼ ἐδωροδόκουν, νῦν κόλακες καὶ θεοῖς ἐχθροὶ καὶ τἄλλʼ ἃ προσήκει πάντʼ ἀκούουσιν.