Ancient Greek
Section 52
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 52
Not analysed yet
ἀλλὰ μισθωτὸν ἐγώ σε Φιλίππου πρότερον καὶ νῦν Ἀλεξάνδρου καλῶ, καὶ οὗτοι πάντες. εἰ δʼ ἀπιστεῖς, ἐρώτησον αὐτούς, μᾶλλον δʼ ἐγὼ τοῦθʼ ὑπὲρ σοῦ ποιήσω. πότερον ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μισθωτὸς Αἰσχίνης ἢ ξένος εἶναι Ἀλεξάνδρου; ἀκούεις ἃ λέγουσιν.