Ancient Greek
Section 56
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 56
Not analysed yet
ἃ μὲν διώκει τοῦ ψηφίσματος, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτʼ ἐστίν. ἐγὼ δʼ ἀπʼ αὐτῶν τούτων πρῶτον οἶμαι δῆλον ὑμῖν ποιήσειν ὅτι πάντα δικαίως ἀπολογήσομαι· τὴν γὰρ αὐτὴν τούτῳ ποιησάμενος τῶν γεγραμμένων τάξιν περὶ πάντων ἐρῶ καθʼ ἕκαστον ἐφεξῆς καὶ οὐδὲν ἑκὼν παραλείψω.