Ancient Greek
Section 60
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 60
Not analysed yet
ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι καὶ δημηγορεῖν ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· οὐδὲν γὰρ ἡγοῦμαι τούτων εἶναι πρὸς ἐμέ· ἃ δʼ ἀφʼ ἧς ἡμέρας ἐπὶ ταῦτʼ ἐπέστην ἐγὼ διεκωλύθη, ταῦτʼ ἀναμνήσω καὶ τούτων ὑφέξω λόγον, τοσοῦτον ὑπειπών. πλεονέκτημʼ, ἄνδρες Ἀθηναῖοι, μέγʼ ὑπῆρξε Φιλίππῳ.