Ancient Greek
Section 62
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 62
Not analysed yet
ἐν τοιαύτῃ δὲ καταστάσει καὶ ἔτʼ ἀγνοίᾳ τοῦ συνισταμένου καὶ φυομένου κακοῦ τῶν ἁπάντων Ἑλλήνων ὄντων, δεῖ σκοπεῖν ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, τί προσῆκον ἦν ἑλέσθαι πράττειν καὶ ποιεῖν τὴν πόλιν, καὶ τούτων λόγον παρʼ ἐμοῦ λαβεῖν· ὁ γὰρ ἐνταῦθʼ ἑαυτὸν τάξας τῆς πολιτείας εἴμʼ ἐγώ.