Ancient Greek
Section 70
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 70
Not analysed yet
Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθησιν καὶ ὅσʼ ἄλλʼ ἡ πόλις ἠδικεῖτο, οὐδʼ εἰ γέγονεν οἶδα. καίτοι σύ γʼ ἔφησθά με ταῦτα λέγοντʼ εἰς ἔχθραν ἐμβαλεῖν τουτουσί, Εὐβούλου καὶ Ἀριστοφῶντος καὶ Διοπείθους τῶν περὶ τούτων ψηφισμάτων ὄντων, οὐκ ἐμῶν, ὦ λέγων εὐχερῶς ὅ τι ἂν βουληθῇς.