Ancient Greek
Section 76
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 76
Not analysed yet
ὥσπερ τοίνυν ἐγὼ ταῦτα δεικνύω τὰ ψηφίσματα, οὕτω καὶ σὺ δεῖξον, Αἰσχίνη, ὁποῖον ἐγὼ γράψας ψήφισμα αἴτιός εἰμι τοῦ πολέμου. ἀλλʼ οὐκ ἂν ἔχοις· εἰ γὰρ εἶχες, οὐδὲν ἂν αὐτοῦ πρότερον νυνὶ παρέσχου. καὶ μὴν οὐδʼ ὁ Φίλιππος οὐδὲν αἰτιᾶται ἔμʼ ὑπὲρ τοῦ πολέμου, ἑτέροις ἐγκαλῶν. λέγε δʼ αὐτὴν τὴν ἐπιστολὴν τὴν τοῦΦιλίππου. ΕΠΙΣΤΟΛΗ.