Ancient Greek
Section 81
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 81
Not analysed yet
καὶ μὴν ὅτι πολλὰ μὲν ἂν χρήματʼ ἔδωκε Φιλιστίδης ὥστʼ ἔχειν Ὠρεόν, πολλὰ δὲ Κλείταρχος ὥστʼ ἔχειν Ἐρέτριαν, πολλὰ δʼ αὐτὸς ὁ Φίλιππος ὥστε ταῦθʼ ὑπάρχειν ἐφʼ ὑμᾶς αὐτῷ, καὶ περὶ τῶν ἄλλων μηδὲν ἐξελέγχεσθαι μηδʼ ἃ ποιῶν ἠδίκει μηδένʼ ἐξετάζειν πανταχοῦ, οὐδεὶς ἀγνοεῖ, καὶ πάντων ἥκιστα σύ·