Ancient Greek
Section 83
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 83
Not analysed yet
στεφανωσάντων τοίνυν ὑμῶν ἔμʼ ἐπὶ τούτοις τότε, καὶ γράψαντος Ἀριστονίκου τὰς αὐτὰς συλλαβὰς ἅσπερ οὑτοσὶ Κτησιφῶν νῦν γέγραφε, καὶ ἀναρρηθέντος ἐν τῷ θεάτρῳ τοῦ στεφάνου, καὶ δευτέρου κηρύγματος ἤδη μοι τούτου γιγνομένου, οὔτʼ ἀντεῖπεν Αἰσχίνης παρὼν οὔτε τὸν εἰπόντʼ ἐγράψατο. καί μοι λέγε καὶ τοῦτο τὸ ψήφισμα λαβών. ΨΗΦΙΣΜΑ.