Ancient Greek
Section 98
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 98
Not analysed yet
ταῦτʼ ἐποίουν οἱ ὑμέτεροι πρόγονοι, ταῦθʼ ὑμεῖς οἱ πρεσβύτεροι, οἳ Λακεδαιμονίους οὐ φίλους ὄντας οὐδʼ εὐεργέτας, ἀλλὰ πολλὰ τὴν πόλιν ἡμῶν ἠδικηκότας καὶ μεγάλα, ἐπειδὴ Θηβαῖοι κρατήσαντες ἐν Λεύκτροις ἀνελεῖν ἐπεχείρουν, διεκωλύσατε, οὐ φοβηθέντες τὴν τότε Θηβαίοις ῥώμην καὶ δόξαν ὑπάρχουσαν, οὐδʼ ὑπὲρ οἷα πεποιηκότων ἀνθρώπων κινδυνεύσετε διαλογισάμενοι.