Ancient Greek · ~1 min
Section 1
Demosthenes, περὶ τοῦ Στεφάνου τῆς τριηραρκίας 1
Not analysed yet
εἰ μὲν ὅτῳ πλεῖστοι συνείποιεν, ὦ βουλή, τὸ ψήφισμʼ ἐκέλευε δοῦναι τὸν στέφανον, κἂν ἀνόητος ἦν εἰ λαβεῖν αὐτὸν ἠξίουν, Κηφισοδότου μόνου μοι συνειρηκότος, τούτοις δὲ παμπόλλων. νῦν δὲ τῷ πρώτῳ παρασκευάσαντι τὴν τριήρη τὸν ταμίαν προσέταξεν ὁ δῆμος δοῦναι, πεποίηκα δὲ τοῦτʼ ἐγώ· διό φημι δεῖν αὐτὸς στεφανοῦσθαι.