Ancient Greek · ~1 min
Section 3
Demosthenes, περὶ τοῦ Στεφάνου τῆς τριηραρκίας 3
Not analysed yet
ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τοὺς τὸν στέφανον οἰομένους δεῖν παρʼ ὑμῶν λαβεῖν αὑτοὺς ἀξίους ἐπιδεικνύναι τούτου, μὴ ἐμὲ κακῶς λέγειν. ἐπειδὴ δὲ τοῦτο παρέντες ἐκεῖνο ποιοῦσιν, ἀμφότερʼ αὐτοὺς ἐπιδείξω ψευδομένους, ἅ θʼ αὑτοὺς ἐνεκωμίασαν καὶ ὅσʼ εἰς ἡμᾶς ἐβλασφήμησαν, ἐξ αὐτῶν τῶν πεπραγμένων ἑκατέροις.