Ancient Greek · ~2 min
Section 120
Demosthenes, περὶ τῆς παραπρεσβείας 120
Not analysed yet
καὶ τίς μου καταμαρτυρεῖ, φήσει, δῶρα λαβεῖν; . τὰ πράγματʼ, Αἰσχίνη, ἅπερ πιστότατʼ ἐστὶν ἁπάντων, καὶ οὐκ ἔνεστʼ εἰπεῖν οὐδʼ αἰτιάσασθαι ὡς ἢ πεπεισμένʼ ἢ χαριζόμενά τῴ ἐστι τοιαῦτα, ἀλλʼ οἷάπερ αὐτὰ προδοὺς καὶ διαφθείρας σὺ πεποίηκας, τοιαῦτʼ ἐξεταζόμενα φαίνεται. πρὸς δὲ τοῖς πράγμασιν αὐτὸς αὐτίκα δὴ σὺ σαυτοῦ. ἀπόκριναι γὰρ δεῦρʼ ἀναστάς μοι. οὐ γὰρ δὴ διʼ ἀπειρίαν γʼ οὐ φήσεις ἔχειν ὅ τι εἴπῃς· ὃς γὰρ ἀγῶνας καινοὺς ὥσπερ δράματα, καὶ τούτους ἀμαρτύρους, πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων, δῆλον ὅτι πάνδεινος εἶ τις.