Ancient Greek · ~1 min
Section 145
Demosthenes, περὶ τῆς παραπρεσβείας 145
Not analysed yet
τῇ μὲν δὴ πόλει ταῦτʼ ἐκ τῆς εἰρήνης γέγονεν, ὧν οὐδʼ εὑρεῖν αἰσχίω ῥᾴδιον· τοῖς δὲ πρέσβεσιν τί τοῖς ταῦτα πράξασιν; τὰ μὲν ἄλλα σιωπῶ πάνθʼ, ὅσʼ ἑοράκαθʼ ὑμεῖς, οἰκίας, ξύλα, πυρούς, ἀλλʼ ἐν τῇ τῶν ἀπολωλότων συμμάχων χώρᾳ κτήματα καὶ γεωργίαι παμπληθεῖς, Φιλοκράτει μὲν τάλαντον ἔχουσαι πρόσοδον, τούτῳ δὲ τριάκοντα μνᾶς.