Ancient Greek · ~2 min
Section 150
Demosthenes, περὶ τῆς παραπρεσβείας 150
Not analysed yet
ἐπειδὴ γὰρ ἡ μὲν εἰρήνη τέλος εἶχεν αὕτη, ἡ τοῦ Φιλοκράτους, ᾗ συνεῖπεν οὗτος, οἱ δὲ πρέσβεις ἀπήρκεσαν οἱ τοῦ Φιλίππου λαβόντες τοὺς ὅρκους (καὶ μέχρι τούτου γʼ οὐδὲν ἀνήκεστον ἦν τῶν πεπραγμένων, ἀλλʼ αἰσχρὰ μὲν ἡ εἰρήνη καὶ ἀναξία τῆς πόλεως, ἀντὶ δὲ τούτων δὴ τὰ θαυμάσιʼ ἀγάθʼ ἡμῖν ἔμελλεν ἔσεσθαι), ἠξίουν ἐγὼ καὶ τούτοις ἔλεγον πλεῖν τὴν ταχίστην ἐφʼ Ἑλλησπόντου, καὶ μὴ προέσθαι μηδʼ ἐᾶσαι κατασχεῖν Φίλιππον μηδὲν ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἐκεῖ χωρίων.