Ancient Greek · ~1 min
Section 165
Demosthenes, περὶ τῆς παραπρεσβείας 165
Not analysed yet
ἀλλὰ μὴν ὅτι καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. ἔστιν οὖν ὅπως ἂν μᾶλλον ἄνθρωποι πάνθʼ ὑπὲρ Φιλίππου πράττοντες ἐξελεγχθεῖεν, ἢ τὴν αὐτὴν ὁδὸν ἡνίκα μὲν σπεύδειν ὑπὲρ ὑμῶν ἔδει καθήμενοι, ὅτε δʼ οὐδὲ βαδίζειν προσῆκε πρὶν ἐλθεῖν τὸν κήρυκα ἐπειγόμενοι;