Ancient Greek
Section 168
Demosthenes, περὶ τῆς παραπρεσβείας 168
Not analysed yet
ἐπειδὴ δʼ ἐκώλυσʼ ἐγώ, πάλιν προσδιενείμαντο τοῦθʼ οὗτοι. τῷ Φιλίππῳ δʼ, ἐπειδὴ ταῦτʼ εἰς τοὺς αἰχμαλώτους ἠξίουν αὐτὸν ἀναλίσκειν ἐγώ, οὔτε κατειπεῖν τούτων εἶχε καλῶς οὐδʼ εἰπεῖν ὅτι ἀλλʼ ἔχουσιν ὁ δεῖνα καὶ ὁ δεῖνα, οὔτε φυγεῖν τἀνάλωμα· ὡμολόγησε μὲν δή, διεκρούσατο δʼ εἰς τὰ Παναθήναια φήσας ἀποπέμψειν. λέγε τὴν μαρτυρίαν τὴν Ἀπολλοφάνους, εἶτα τὴν τῶν ἄλλων τῶν παρόντων. ΜΑΡΤΥΡΙΑ.