Ancient Greek · ~1 min
Section 170
Demosthenes, περὶ τῆς παραπρεσβείας 170
Not analysed yet
ἐπειδὴ τοίνυν ὡμολόγησʼ ὁ Φίλιππος τοὺς λοιποὺς λύσεσθαι, συγκαλέσας ἐγὼ τούτους οἷς αὐτὸς ἔχρησα τἀργύριον, καὶ τὰ πεπραγμένʼ ὑπομνήσας, ἵνα μὴ δοκοῖεν ἔλαττον ἔχειν ἐπειχθέντες μηδʼ ἐκ τῶν ἰδίων λελυτρῶσθαι πένητες ἄνθρωποι, τῶν ἄλλων ὑπὸ τοῦ Φιλίππου προσδοκωμένων ἀφεθήσεσθαι, ἔδωκα δωρειὰν τὰ λύτρα. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, λέγε ταύτας τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.