Ancient Greek · ~1 min
Section 203
Demosthenes, περὶ τῆς παραπρεσβείας 203
Not analysed yet
οὐ μὴν ἀλλʼ ἔγωγʼ οἶμαί μοι προσήκειν ἀμφότερʼ ὑμῖν ἐπιδεῖξαι, καὶ ὅτι ψεύσεται, ταῦτʼ ἐὰν λέγῃ, καὶ τὴν δικαίαν ἥτις ἐστὶν ἀπολογία. ἡ μὲν τοίνυν δικαία καὶ ἁπλῆ, ἢ ὡς οὐ πέπρακται τὰ κατηγορημένα δεῖξαι, ἢ ὡς πεπραγμένα συμφέρει τῇ πόλει. τούτων δʼ οὐδέτερον δύναιτʼ ἂν οὗτος ποιῆσαι.