Ancient Greek
Section 207
Demosthenes, περὶ τῆς παραπρεσβείας 207
Not analysed yet
οὐκοῦν ἐν πάσαις ταῖς ἐκκλησίαις, ὁσάκις λόγος γέγονεν περὶ τούτων, καὶ κατηγοροῦντος ἀκούετέ μου καὶ ἐλέγχοντος ἀεὶ τούτους καὶ λέγοντος ἄντικρυς ὅτι χρήματʼ εἰλήφασι καὶ πάντα πεπράκασι τὰ πράγματα τῆς πόλεως. καὶ τούτων οὐδεὶς πώποτʼ ἀκούων ταῦτʼ ἀντεῖπεν οὐδὲ διῆρε τὸ στόμα, οὐδʼ ἔδειξεν ἑαυτόν.