Ancient Greek · ~2 min
Section 215
Demosthenes, περὶ τῆς παραπρεσβείας 215
Not analysed yet
οὐκοῦν ἐγὼ μέν, ἐκ τοῦ μηδὲν ἐμαυτῷ συνειδέναι, καὶ λόγον διδόναι καὶ πάντα τἀκ τῶν νόμων ὑπέχειν ᾤμην δεῖν, οὗτος δὲ τἀναντία. πῶς οὖν ταὔτʼ ἐμοὶ καὶ τούτῳ πέπρακται; ἢ πῶς ἔνεστι τούτῳ ταῦτα πρὸς ὑμᾶς λέγειν, ἃ μηδʼ ᾐτίαται πρότερον πώποτε; οὐδαμῶς δήπου. ἀλλʼ ὅμως ἐρεῖ, καὶ νὴ Δίʼ εἰκότως γε. ἴστε γὰρ δήπου τοῦθʼ, ὅτι ἀφʼ οὗ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίγνονται, οὐδεὶς πώποθʼ ὁμολογῶν ἀδικεῖν ἑάλω, ἀλλʼ ἀναισχυντοῦσιν, ἀρνοῦνται, ψεύδονται, προφάσεις πλάττονται, πάντα ποιοῦσιν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην.