Ancient Greek · ~1 min
Section 217
Demosthenes, περὶ τῆς παραπρεσβείας 217
Not analysed yet
οὐδὲ γὰρ ῥητόρων οὐδὲ λόγων κρίσιν ὑμᾶς τήμερον, εἴπερ εὖ φρονεῖτε, προσήκει ποιεῖν, ἀλλʼ ὑπὲρ πραγμάτων αἰσχρῶς καὶ δεινῶς ἀπολωλότων τὴν ὑπάρχουσαν αἰσχύνην εἰς τοὺς αἰτίους ἀπώσασθε, τὰ πεπραγμένα, ἃ πάντες ἐπίστασθε, ἐξετάσαντες. τί οὖν ἐστι ταῦθʼ ἃ ὑμεῖς ἴστε καὶ οὐ παρʼ ἡμῶν ὑμᾶς ἀκοῦσαι δεῖ;