Ancient Greek · ~2 min
Section 226
Demosthenes, περὶ τῆς παραπρεσβείας 226
Not analysed yet
οὐκοῦν δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον τοῖς μὲν τὰ Φιλίππου πράγμαθʼ ᾑρημένοις θεραπεύειν οὕτως ἀκριβῆ τὴν παρʼ ἐκείνου πρὸς ἑκάτερʼ αἴσθησιν ὑπάρχειν, ὥσθʼ ἕκαστον, ὥσπερ ἂν παρεστηκότος αὐτοῦ, μηδʼ ὧν ἂν ἐνθαδὶ πράξῃ μηδὲν ἡγεῖσθαι λήσειν, ἀλλὰ φίλους τε νομίζειν οὓς ἂν ἐκείνῳ δοκῇ καὶ μὴ φίλους ὡσαύτως, τοῖς δὲ πρὸς ὑμᾶς ζῶσι καὶ τῆς παρʼ ὑμῶν τιμῆς γλιχομένοις καὶ μὴ προδεδωκόσι ταύτην τοσαύτην κωφότητα καὶ τοσοῦτο σκότος παρʼ ὑμῶν ἀπαντᾶν, ὥστε τοῖς ἀλειτηρίοις τούτοις ἐξ ἴσου νῦν ἔμʼ ἀγωνίζεσθαι, καὶ ταῦτα παρʼ ὑμῖν τοῖς ἅπαντʼ εἰδόσιν.