Ancient Greek · ~2 min
Section 230
Demosthenes, περὶ τῆς παραπρεσβείας 230
Not analysed yet
καὶ ὁ μὲν τὸν υἱὸν ἔπεμψε Φιλίππῳ, πρὶν εἰς ἄνδρας ἐγγράψαι, ὁ μιαρὸς Φρύνων· ὁ δʼ οὐδὲν ἀνάξιον οὔτε τῆς πόλεως οὔθʼ αὑτοῦ διεπράξατο. καὶ ὁ μὲν χορηγῶν καὶ τριηραρχῶν ἔτι καὶ ταῦτʼ ᾤετο δεῖν ἐθελοντὴς ἀναλίσκειν, μηδένʼ ἐν συμφορᾷ τῶν πολιτῶν διʼ ἔνδειαν περιορᾶν· ὁ δὲ τοσούτου δεῖ τῶν ὑπαρχόντων τινʼ αἰχμάλωτον σῶσαι, ὥσθʼ ὅλον τόπον καὶ πλεῖν ἢ μυρίους μὲν ὁπλίτας, ὁμοῦ δὲ χιλίους ἱππέας τῶν ὑπαρχόντων συμμάχων ὅπως αἰχμάλωτοι γένωνται Φιλίππῳ, συμπαρεσκεύασεν.