Ancient Greek · ~2 min
Section 243
Demosthenes, περὶ τῆς παραπρεσβείας 243
Not analysed yet
ἀλλὰ μὴν καὶ ἔπη τοῖς δικασταῖς ἔλεγες, οὐδένα μάρτυρʼ ἔχων ἐφʼ οἷς ἔκρινες τὸν ἄνθρωπον παρασχέσθαι· φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή. Hes. WD 763-764 οὐκοῦν, Αἰσχίνη, καὶ σὲ πάντες οὗτοι χρήματʼ ἐκ τῆς πρεσβείας φασὶν εἰληφέναι, ὥστε καὶ κατὰ σοῦ δήπουθεν φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσιν.