Ancient Greek · ~2 min
Section 245
Demosthenes, περὶ τῆς παραπρεσβείας 245
Not analysed yet
ἔτι τοίνυν ἰαμβεῖα δήπου συλλέξας ἐπέραινεν, οἷον ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι τοιοῦτός ἐσθʼ οἵοισπερ ἥδεται ξυνών. unknown εἶτα τὸν εἰς τοὺς ὄρνεις εἰσιόντα καὶ μετὰ Πιτταλάκου περιιόντα, καὶ τοιαῦτʼ εἰπών, ἀγνοεῖτʼ, ἔφη, ποῖόν τινʼ ἡγεῖσθαι δεῖ; οὐκοῦν, Αἰσχίνη, καὶ κατὰ σοῦ τὰ ἰαμβεῖα ταῦθʼ ἁρμόσει νῦν ἐμοί, κἂν ἐγὼ λέγω πρὸς τούτους, ὀρθῶς καὶ προσηκόντως ἐρῶ· ὅστις δʼ ὁμιλῶν ἥδεται, καὶ ταῦτα πρεσβεύων, Φιλοκράτει, οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι ἀργύριον εἴληφʼ οὗτος, ὥσπερ Φιλοκράτης ὁ ὁμολογῶν.