Ancient Greek · ~2 min
Section 270
Demosthenes, περὶ τῆς παραπρεσβείας 270
Not analysed yet
τούτου γὰρ πανταχοῦ χρεία, καὶ οὐδέν ἐστι πραγματωδέστερον οὐδʼ ὀχληρότερον τὸ καλῶς φρονεῖν τοῦ κακῶς, ἀλλʼ ἐν τῷ ἴσῳ χρόνῳ νυνὶ καθήμενος ὑμῶν ἕκαστος, ἂν μὲν ἃ χρὴ γιγνώσκῃ περὶ τῶν πραγμάτων καὶ ψηφίζηται, βελτίω τὰ κοινὰ ποιήσει τῇ πόλει καὶ ἄξια τῶν προγόνων πράξει, ἂν δʼ ἃ μὴ δεῖ, φαυλότερα, καὶ ἀνάξια τῶν προγόνων ποιήσει. τί οὖν ἐκεῖνοι περὶ τούτων ἐφρόνουν; ταυτὶ λαβὼν ἀνάγνωθι, γραμματεῦ· δεῖ γὰρ ὑμᾶς ἰδεῖν ὅτι ἐπὶ τοῖς τοιούτοις ἔργοις ῥᾳθυμεῖτε, ὧν θάνατον κατεγνώκασιν οἱ πρόγονοι. λέγε. ΣΤΗΛΗ.