Ancient Greek · ~2 min
Section 285
Demosthenes, περὶ τῆς παραπρεσβείας 285
Not analysed yet
νὴ Δίʼ, οἱ νέοι γὰρ ἡμῖν διʼ ἐκεῖνον ἔσονται τὸν ἀγῶνα βελτίους. οὐκοῦν καὶ διὰ τόνδʼ οἱ πολιτευόμενοι, διʼ ὧν τὰ μέγιστα κινδυνεύεται τῇ πόλει· προσήκει δὲ καὶ τούτων φροντίζειν. ἵνα τοίνυν εἰδῆθʼ ὅτι καὶ τοῦτον ἀπώλεσεν, οὐ μὰ Δίʼ οὐχὶ τῶν ὑμετέρων παίδων, ὅπως ἔσονται σώφρονες, προορῶν (εἰσὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ νῦν σώφρονες· μὴ γὰρ οὕτω γένοιτο κακῶς τῇ πόλει ὥστʼ Ἀφοβήτου καὶ Αἰσχίνου σωφρονιστῶν δεηθῆναι τοὺς νεωτέρους),