Ancient Greek · ~1 min
Section 296
Demosthenes, περὶ τῆς παραπρεσβείας 296
Not analysed yet
οὐ γὰρ ἔστιν, οὐκ ἔσθʼ ὅ τι τῶν πάντων μᾶλλον εὐλαβεῖσθαι δεῖ ἢ τὸ μείζω τινὰ τῶν πολλῶν ἐᾶν γίγνεσθαι. μή μοι σῳζέσθω μηδʼ ἀπολλύσθω μηδείς, ἂν ὁ δεῖνα βούληται, ἀλλʼ ὃν ἂν τὰ πεπραγμένα σῴζῃ καὶ τοὐναντίον, τούτῳ τῆς προσηκούσης ψήφου παρʼ ὑμῶν ὑπαρχέτω τυγχάνειν· τοῦτο γάρ ἐστι δημοτικόν.