Ancient Greek · ~2 min
Section 298
Demosthenes, περὶ τῆς παραπρεσβείας 298
Not analysed yet
ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν θεῶν οἷʼ ὑμῖν προλέγουσιν. εἰ μὲν τοίνυν πολεμούντων ὑμῶν ταῦτʼ ἀνῃρήκασι, τοὺς στρατηγοὺς λέγουσι φυλάττεσθαι· πολέμου γάρ εἰσιν ἡγεμόνες οἱ στρατηγοί· εἰ δὲ πεποιημένων εἰρήνην, τοὺς ἐπὶ τῆς πολιτείας ἐφεστηκότας· οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθʼ ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε. καὶ τὴν πόλιν συνέχειν ,ὅπως ἂν μίαν γνώμην ἔχωσιν ἅπαντες καὶ μὴ τοῖς ἐχθροῖς ἡδονὴν ποιῶσι.