Ancient Greek · ~1 min
Section 316
Demosthenes, περὶ τῆς παραπρεσβείας 316
Not analysed yet
ἐπειδὴ δʼ ἤλθομεν ὡς αὐτὸν ἡμεῖς οἱ πρέσβεις, ἐμισθώσατο μὲν τοῦτον εὐθέως, ὅπως συνερεῖ καὶ συναγωνιεῖται τῷ μιαρῷ Φιλοκράτει καὶ τῶν τὰ δίκαια βουλομένων πράττειν περιέσται, συνέγραψε δʼ ἐπιστολὴν ὡς ὑμᾶς, ᾗ μάλιστʼ ἂν ᾤετο τῆς εἰρήνης τυχεῖν.