Ancient Greek · ~1 min
Section 322
Demosthenes, περὶ τῆς παραπρεσβείας 322
Not analysed yet
τὴν μὲν τοίνυν εἰρήνην ταύταις ταῖς ἐλπίσι καὶ ταῖς ἐπαγωγαῖς εὕροντο παρʼ ὑμῶν ἄνευ Φωκέων· τὴν δὲ βοήθειαν ἔδει κωλῦσαι τὴν εἰς τὰς Πύλας, ἐφʼ ἣν αἱ πεντήκοντα τριήρεις ὅμως ἐφώρμουν, ἵνʼ, εἰ πορεύοιτο Φίλιππος, κωλύοιθʼ ὑμεῖς. πῶς οὖν;