Ancient Greek · ~2 min
Section 325
Demosthenes, περὶ τῆς παραπρεσβείας 325
Not analysed yet
τοῦτον τὸν τρόπον καὶ τοιαύταις τέχναις ὑπὸ τῶν κάκιστʼ ἀπολουμένων ἀνθρώπων πάντα τὰ πράγματʼ ἀπώλετο. καὶ γάρ τοι παραχρῆμα, ἀντὶ μὲν τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἰδεῖν οἰκιζομένας, Ὀρχομενὸν καὶ Κορώνειαν ἠκούσατʼ ἠνδραποδισμένας, ἀντὶ δὲ τοῦ τὰς Θήβας ταπεινὰς γενέσθαι καὶ περιαιρεθῆναι τὴν ὕβριν καὶ τὸ φρόνημα ,τὰ τῶν συμμάχων τῶν ὑμετέρων τείχη κατεσκάπτετο· Θηβαῖοι δʼ ἦσαν οἱ κατασκάπτοντες, οἱ διοικισθέντες ὑπʼ Αἰσχίνου τῷ λόγῳ.