Ancient Greek · ~2 min
Section 33
Demosthenes, περὶ τῆς παραπρεσβείας 33
Not analysed yet
πῶς οὖν ῥᾳδίως πάντες εἴσεσθε τίς ποτʼ ἔσθʼ ὁ πονηρός; ἀναμνήσθητε παρʼ ὑμῖν αὐτοῖς τίς ἐσθʼ ὁ κατηγορῶν τῶν πεπραγμένων ἐξ ἀρχῆς. δῆλον γὰρ ὅτι τῷ μὲν ἠδικηκότι σιγᾶν ἐξήρκει καὶ διακρουσαμένῳ τὸν παρόντα χρόνον μηκέτʼ εἰς λόγον περὶ τῶν πεπραγμένων αὑτὸν καθιστάναι, τῷ δὲ μηδὲν ἑαυτῷ συνειδότι δεινὸν εἰσῄει, εἰ πονηρῶν ἔργων δόξει κοινωνεῖν τῷ σιωπῆσαι. εἰμὶ τοίνυν ὁ κατηγορῶν ἐξ ἀρχῆς ἐγὼ τούτων, τούτων δʼ οὐδεὶς ἐμοῦ.