Ancient Greek · ~1 min
Section 46
Demosthenes, περὶ τῆς παραπρεσβείας 46
Not analysed yet
μὴ νῦν, ὑπολαβὼν Αἰσχίνης οὑτοσί, μὴ νῦν ἀφίστασο, ἔφη, ἀλλʼ ὅπως τότε μὴ προσποιήσει. νὴ Δίʼ, ἢ ἀδικήσω γʼ, ἔφην. ἐπαναστὰς δʼ ὁ Φιλοκράτης μάλʼ ὑβριστικῶς οὐδὲν, ἔφη, θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ ταὔτʼ ἐμοὶ καὶ Δημοσθένει δοκεῖν· οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δʼ οἶνον πίνω. καὶ ὑμεῖς ἐγελᾶτε.