Ancient Greek · ~1 min
Section 48
Demosthenes, περὶ τῆς παραπρεσβείας 48
Not analysed yet
ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ψήφισμα, ὅσων ἐπαίνων καὶ ὅσης εὐφημίας μεστόν ἐστι, καὶ τὴν εἰρήνην εἶναι τὴν αὐτὴν ἥνπερ Φιλίππῳ καὶ τοῖς ἐγγόνοις, καὶ τὴν συμμαχίαν, καὶ ἐπαινέσαι δὲ Φίλιππον, ὅτι ἐπαγγέλλεται τὰ δίκαια ποιήσειν. ἀλλʼ οὐδὲν ἐκεῖνός γʼ ἐπηγγέλλετο, ἀλλὰ τοσούτου γʼ ἔδει ὥστʼ οὐδʼ εἰδέναι φησὶ τί ἂν ποιῶν ὑμῖν χαρίσαιτο.