Ancient Greek · ~2 min
Section 51
Demosthenes, περὶ τῆς παραπρεσβείας 51
Not analysed yet
καίτοι καὶ ἐπιστολὰς ἔπεμψʼ ὁ Φίλιππος δύο καλούσας ὑμᾶς, οὐχ ἵνʼ ἐξέλθητε· πώμαλα· οὐ γὰρ ἄν ποτε τοὺς χρόνους ἀνελών, ἐν οἷς ἐδυνήθητʼ ἂν ἐξελθεῖν, τηνικαῦτʼ ἐκάλει· οὐδʼ ἂν ἐμέ, ἡνίκα δεῦρʼ ἀποπλεῖν ἐβουλόμην, κατεκώλυεν· οὐδὲ τοιαῦτα λέγειν τούτῳ προσέταττεν, ἐξ ὧν ἥκισθʼ ὑμεῖς ἐμέλλετʼ ἐξιέναι· ἀλλʼ ἵνα, ἃ ἐβούλεσθʼ οἰόμενοι πράξειν αὐτόν, μηδὲν ἐναντίον ψηφίσησθʼ αὐτῷ, μηδʼ ἀμύναιντο μηδʼ ἀντέχοιεν οἱ Φωκεῖς ἐπὶ ταῖς παρʼ ὑμῶν ἐλπίσιν, ἀλλʼ ἀπογνόντες ἅπανθʼ αὑτοὺς ἐγχειρίσαιεν. λέγε δʼ αὐτοῖς αὐτὰς τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου. ΕΠΙΣΤΟΛΑΙ.