Ancient Greek · ~1 min
Section 56
Demosthenes, περὶ τῆς παραπρεσβείας 56
Not analysed yet
τοῦτο τοίνυν οὐδέποθʼ ὑμεῖς ὑπεμείνατʼ ἂν προσγράψαι πρὸς τὴν εἰρήνην, τὸ καὶ τοῖς ἐγγόνοις, εἰ μὴ ταῖς παρʼ Αἰσχίνου ῥηθείσαις ὑποσχέσεσιν τότʼ ἐπιστεύσατε, αἷσπερ οἱ Φωκεῖς πιστεύσαντες ἀπώλοντο. καὶ γάρ τοι παραδόντες αὑτοὺς Φιλίππῳ καὶ ἑκόντες ἐγχειρίσαντες ἐκείνῳ τὰς πόλεις ἁπάντων τῶν ἐναντίων ὧν πρὸς ὑμᾶς οὗτος ἀπήγγειλʼ ἔτυχον.