Ancient Greek · ~2 min
Section 64
Demosthenes, περὶ τῆς παραπρεσβείας 64
Not analysed yet
τούτων, ὦ ἄνδρες Ἀθηναῖοι, δεινότερʼ οὐ γέγονεν οὐδὲ μείζω πράγματʼ ἐφʼ ἡμῶν ἐν τοῖς Ἕλλησιν, οἶμαι δʼ οὐδʼ ἐν τῷ πρόσθεν χρόνῳ. τηλικούτων μέντοι καὶ τοιούτων πραγμάτων κύριος εἷς ἀνὴρ γέγονεν διὰ τούτους, οὔσης τῆς Ἀθηναίων πόλεως, ᾗ προεστάναι τῶν Ἑλλήνων πάτριον καὶ μηδὲν τοιοῦτον περιορᾶν γιγνόμενον. ὃν μὲν τοίνυν τρόπον οἱ ταλαίπωροι Φωκεῖς ἀπολώλασιν, οὐ μόνον ἐκ τῶν δογμάτων τούτων ἔστιν ἰδεῖν,