Ancient Greek · ~2 min
Section 70
Demosthenes, περὶ τῆς παραπρεσβείας 70
Not analysed yet
ἵνα τοίνυν εἰδῆθʼ ὅτι καὶ κατάρατός ἐστιν ὑφʼ ὑμῶν, καὶ οὐδʼ ὅσιον ὑμῖν οὐδʼ εὐσεβές ἐστι τοιαῦτʼ ἐψευσμένον αὐτὸν ἀφεῖναι, λέγε τὴν ἀρὰν καὶ ἀνάγνωθι λαβὼν τὴν ἐκ τοῦ νόμου ταυτηνί. ΑΡΑ. ταῦθʼ ὑπὲρ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καθʼ ἑκάστην τὴν ἐκκλησίαν ὁ κῆρυξ εὔχεται νόμῳ προστεταγμένα, καὶ ὅταν ἡ βουλὴ καθῆται, παρʼ ἐκείνῃ πάλιν. καὶ ταῦτʼ οὐκ ἔνεστιν εἰπεῖν τούτῳ ὡς οὐκ εὖ ᾔδει· ὑπογραμματεύων γὰρ ὑμῖν καὶ ὑπηρετῶν τῇ βουλῇ αὐτὸς ἐξηγεῖτο τὸν νόμον τοῦτον τῷ κήρυκι.