Ancient Greek · ~2 min
Section 83
Demosthenes, περὶ τῆς παραπρεσβείας 83
Not analysed yet
καὶ μὴν ὅτι χωρὶς τῆς ἄλλης αἰσχύνης καὶ ἀδοξίας, ἣν τὰ πεπραγμένʼ ἔχει, καὶ μεγάλοι κίνδυνοι περιεστᾶσιν ἐκ τούτων τὴν πόλιν, ῥᾴδιον δεῖξαι. τίς γὰρ οὐκ οἶδεν ὑμῶν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας ἥ τʼ ἀπὸ Θηβαίων ἄδειʼ ὑπῆρχεν ἡμῖν, καὶ τὸ μηδέποτʼ ἐλθεῖν ἂν εἰς Πελοπόννησον μηδʼ εἰς Εὔβοιαν μηδʼ εἰς τὴν Ἀττικὴν Φίλιππον ;