Ancient Greek · ~2 min
Section 87
Demosthenes, περὶ τῆς παραπρεσβείας 87
Not analysed yet
ταῦτα τότʼ ἐψηφίζεσθʼ ὑμεῖς διὰ τούτους, οὐκ ἐπὶ ταύταις ταῖς ἐλπίσιν οὔτε κατʼ ἀρχὰς ποιησάμενοι τὴν εἰρήνην καὶ τὴν συμμαχίαν, οὔθʼ ὕστερον ἐγγράψαι πεισθέντες εἰς αὐτὴν καὶ τοῖς ἐγγόνοις, ἀλλʼ ὡς θαυμάσιʼ ἡλίκα πεισόμενοι διὰ τούτους ἀγαθά. καὶ μὴν καὶ μετὰ ταῦθʼ ὁσάκις πρὸς Πορθμῷ ἢ πρὸς Μεγάροις ἀκούοντες δύναμιν Φιλίππου καὶ ξένους ἐθορυβεῖσθε, πάντες ἐπίστασθε. οὐ τοίνυν εἰ μήπω τῆς Ἀττικῆς ἐπιβαίνει, δεῖ σκοπεῖν οὐδὲ ῥᾳθυμεῖν, ἀλλʼ εἰ διὰ τούτους ἐξουσία γέγονεν αὐτῷ τοῦθʼ ὅταν βούληται ποιῆσαι, τοῦθʼ ὁρᾶν, καὶ πρὸς ἐκεῖνο τὸ δεινὸν βλέπειν, καὶ τὸν αἴτιον καὶ παρασκευάσαντα τὴν ἐξουσίαν ταύτην ἐκείνῳ μισεῖν καὶ τιμωρεῖσθαι.