Ancient Greek · ~1 min
Section 40
Demosthenes, περὶ Ἀλοννήσου 40
Not analysed yet
ὥς γε τὸ ἐπίγραμμα τὸ ἐπὶ τοῦ βωμοῦ τοῦ Διὸς τοῦ ὁρίου δηλοῖ. ἔστι δὲ τουτί· τόνδε καθιδρύσαντο θεῷ περικαλλέα βωμὸν λευκῆς καὶ Πτελεοῦ μέσσον ὅρον θέμενοι ἐνναέται, χώρης σημήϊον· ἀμμορίης δὲ αὐτὸς ἄναξ μακάρων ἐστὶ μέσος Κρονίδης. unknown