Ancient Greek · ~2 min
Section 45
Demosthenes, περὶ Ἀλοννήσου 45
Not analysed yet
καὶ ταύτην τὴν ἐπιστολήν τινες εὖ ἔφασαν γεγράφθαι, οἳ πολὺ ἂν δικαιότερον ὑφʼ ὑμῶν ἢ Φίλιππος μισοῖντο. ἐκεῖνος μέν γʼ ἑαυτῷ κτώμενος δόξαν καὶ μεγάλʼ ἀγαθὰ ἅπαντα καθʼ ὑμῶν πράττει· ὅσοι δʼ Ἀθηναῖοι ὄντες μὴ τῇ πατρίδι, ἀλλὰ Φιλίππῳ εὔνοιαν ἐνδείκνυνται, προσήκει αὐτοὺς ὑφʼ ὑμῶν κακοὺς κακῶς ἀπολωλέναι, εἴπερ ὑμεῖς τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε.