Ancient Greek
Section 106
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 106
Not analysed yet
αὐτὸ γὰρ τοῦτο πρῶτον, ὃ νῦν οὗτοι ποιήσουσιν, ἐὰν ταῦτα λέγωσιν, οὐκ ἔξεστι ποιεῖν παρὰ τοῖς Λακεδαιμονίοις, τὰ τῶν Ἀθηναίων ἐπαινεῖν νόμιμα οὐδὲ τὰ τῶν δείνων, πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ἃ τῇ παρʼ ἐκείνοις πολιτείᾳ συμφέρει, ταῦτʼ ἐπαινεῖν ἀνάγκη . εἶτα καὶ Λακεδαιμόνιοι τῶν μὲν τοιούτων ἀφεστᾶσιν, ἄλλαι δέ τινες παρʼ ἐκείνοις εἰσὶ τιμαί, ἃς ἀπεύξαιτʼ ἂν ἅπας ὁ δῆμος ἐνταυθοῖ γενέσθαι.