Ancient Greek
Section 108
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 108
Not analysed yet
καὶ ταῦτʼ ἀμφότερʼ ὀρθῶς ἔχει, καὶ τἀκεῖ καὶ τὰ παρʼ ἡμῖν. διὰ τί; ὅτι τὰς μὲν διὰ τῶν ὀλίγων πολιτείας τὸ πάντας ἔχειν ἴσον ἀλλήλοις τοὺς τῶν κοινῶν κυρίους ὁμονοεῖν ποιεῖ, τὴν δὲ τῶν δήμων ἐλευθερίαν ἡ τῶν ἀγαθῶν ἀνδρῶν ἅμιλλα, ἣν ἐπὶ ταῖς παρὰ τοῦ δήμου δωρειαῖς πρὸς αὑτοὺς ποιοῦνται, φυλάττει.