Ancient Greek
Section 114
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 114
Not analysed yet
ὡς δὲ τἀληθές τʼ ἔχει καὶ δίκαιόν ἐστι λέγειν, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ. ἦσαν, ὦ ἄνδρες Ἀθηναῖοι, πολλοὶ τῶν πρότερον σπουδαῖοι, καὶ ἡ πόλις ἡμῶν ἐτίμα καὶ τότε τοὺς ἀγαθούς· αἱ μέντοι τιμαὶ καὶ τἄλλα πάντα τὰ μὲν τότʼ ἦν ἐπὶ τοῖς τότʼ ἔθεσιν, τὰ δὲ νῦν ἐπὶ τοῖς νῦν. πρὸς οὖν τί τοῦτο λέγω; ὅτι φήσαιμʼ ἂν ἔγωγʼ ἐκείνους οὐκ ἔσθʼ ὅτου παρὰ τῆς πόλεως οὐ τυχεῖν ὧν ἐβουλήθησαν.