Ancient Greek
Section 118
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 118
Not analysed yet
χρὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνʼ ἐνθυμεῖσθαι καὶ ὁρᾶν, ὅτι νῦν ὀμωμοκότες κατὰ τοὺς νόμους δικάσειν ἥκετε, οὐχὶ τοὺς Λακεδαιμονίων οὐδὲ Θηβαίων, οὐδʼ οἷς ποτʼ ἐχρήσανθʼ οἱ πρῶτοι τῶν προγόνων, ἀλλὰ καθʼ οὓς ἔλαβον τὰς ἀτελείας οὓς ἀφαιρεῖται νῦν οὗτος τῷ νόμῳ, καὶ περὶ ὧν ἂν νόμοι μὴ ὦσι, γνώμῃ τῇ δικαιοτάτῃ κρινεῖν. καλῶς. τὸ τοίνυν τῆς γνώμης πρὸς ἅπαντʼ ἀνενέγκατε τὸν νόμον.