Ancient Greek
Section 122
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 122
Not analysed yet
μετρίων δὲ καὶ ὧν ἂν ἐν εἰρήνῃ τις καὶ πολιτείᾳ δύναιτʼ ἐφικέσθαι, εὐνοίας, δικαιοσύνης, ἐπιμελείας, τῶν τοιούτων, καὶ συμφέρειν ἔμοιγε δοκεῖ καὶ χρῆναι διδόναι τὰς τιμάς. δεῖ τοίνυν μεμερίσθαι καὶ τὰ τῶν δωρειῶν, ἵνʼ ἧς ἂν ἄξιος ὢν ἕκαστος φαίνηται, ταύτην παρὰ τοῦ δήμου λαμβάνῃ τὴν δωρειάν.