Ancient Greek
Section 127
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 127
Not analysed yet
γράφων γὰρ ἀρχὴν τοῦ νόμου Λεπτίνης εἶπεν φησίν, ὅπως ἂν οἱ πλουσιώτατοι λῃτουργῶσιν, ἀτελῆ μηδένʼ εἶναι πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος. καίτοι εἰ ἦν ἱερῶν ἀτέλειαν ἔχειν ταὐτὸ καὶ λῃτουργιῶν, τί τοῦτο μαθὼν προσέγραψεν; οὐδὲ γὰρ τούτοις ἀτέλεια τῶν γʼ ἱερῶν ἐστιν δεδομένη. ἵνα δʼ εἰδῆθʼ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, λαβέ μοι πρῶτον μὲν τῆς στήλης τἀντίγραφα, εἶτα τὴν ἀρχὴν τοῦ νόμου τοῦ Λεπτίνου. λέγε. ΑΝΤΙΓΡΑΦΑ ΣΤΗΛΗΣ.